Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.77 Joseph. AJ 19.83 (English) >>Joseph. AJ 19.88

19.80καὶ τιμῇ καταστῆναι;” τῶν δὲ οὔτε ἀντειπεῖν ὡς οὐ πάνυ καλοῖς δυναμένων οὔτε τὴν πρᾶξιν ἄντικρυς δεχομένων σιγῇ δὲ καταπεπληγότωντί, φησίν, γενναῖοι, διαμέλλομεν; οὐχ ὁρᾶτε τὴν σήμερον τῶν θεωριῶν ἡμέραν ὑστάτην οὖσαν καὶ Γάιον ἐκπλευσούμενον;” > 19.81 ἐπὶ γὰρ Ἀλεξανδρείας παρεσκεύαστο πλεῖν κατὰ θεωρίαν τῆς Αἰγύπτου. “καλὸν δὲ ἡμῖν προέσθαι τῶν χειρῶν τὸ ὄνειδος τῇ Ῥωμαίων μεγαλαυχίᾳ πομπεῦσον διά τε γῆς καὶ θαλάσσης. 19.82πῶς δʼ οὐκ ἂν δικαίως κρίνοιμεν αὐτοὺς αἰσχύνῃ τῶν γενησομένων, εἴ τις αὐτὸν Αἰγύπτιος κτείνειεν τὴν ὕβριν οὐχ ἡγησάμενος ἀνασχετὸν τοῖς ἐλευθέροις γεγονόσιν; 19.83ἐγὼ μὲν οὖν οὐκέτι εἰς πλείονα ἀνέξομαι τὰς σκήψεις ὑμῶν, χωρήσω δὲ τοῖς κινδύνοις ὁμοῦ σήμερον ἡδονῇ φέρων πᾶν τι καὶ γένοιτο ἐξ αὐτῶν, οὐδʼ ἂν ὑπερβαλλοίμην εἴπερ εἴη· τί γὰρ δὴ καὶ γένοιτʼ ἂν ἀνδρὶ φρόνημα ἔχοντι τούτου σχετλιώτερον, ἕτερον Γάιον ἀναιρεῖν ἐμοῦ ζῶντος ἐμὲ τὴν ἐπὶ τῷδε ἀρετὴν ἀφῃρημένον;” 19.84

Καὶ μὲν ταῦτα εἰπὼν αὐτός τε ὡρμήκει πράξων τὸ ἔργον καὶ τοῖς λοιποῖς ἐνεποίησε θάρσος πᾶσίν τε ἦν ἔρως ἅπτεσθαι τοῦ ἐγχειρήματος μηδὲν ὑπερβαλλομένοις, 19.85ἕωθέν τε ἐπὶ τοῦ Παλατίου εἰώθει τὸ ξίφος ὑπεζωσμένος τῶν ἱππικῶν· ἔθος γὰρ δὴ τοῖς χιλιάρχοις τοῦτο ἐζωσμένοις αἰτεῖν παρὰ τοῦ αὐτοκράτορος τὸ σημεῖον, ἦν τε ἡμέρα καθήκουσα εἰς αὐτὸν τῆς παραλήψεως τοῦ σημείου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.77 Joseph. AJ 19.83 (English) >>Joseph. AJ 19.88

Powered by PhiloLogic